Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρδʹ Διδασκαλία τοῖς ἔθνεσι τῶν εἰς τὸν πρότερον λαὸν τοῦ θεοῦ εὐεργεσιῶν
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.11-4
Not analysed yet
Καὶ ἐκάλεσε λιμὸν ἐπὶ τὴν γῆν, πᾶν στήριγμα ἄρτου συνέτριψεν. ἀπέστειλεν ἔμπροσθεν αὐτῶν ἄνθρωπον, εἰς δοῦλον ἐπράθη Ἰωσήφ. Ἐν τούτοις ὁ λόγος καὶ ἄλλο τι λεληθὸς τοὺς πολλοὺς διδάσκει· τὴν γὰρ αἰτίαν τοῦ κληθῆναι δίκην ἐμψύχου ζῴου τὸν λιμὸν ἐπὶ τὴν γῆν, λέγω δὲ τὴν ἐνεργητικὴν δύναμιν τοῦ λιμοῦ, καὶ τοῦ συντριβῆναι πᾶν στήριγμα ἄρτου παρίστησιν, ἵν’, εἰ καὶ φανείη που ἄρτος, μὴ στηρίζοι τοὺς ἐμπιπλαμένους ἐξ αὐτοῦ κατὰ τό· ἄρτος καρδίαν ἀνθρώπου στηρίζει · τοῦτο γάρ ἐστιν ὃ μάλιστα συμβαίνει ἐν τοῖς λιμοῖς κατ’ ὀργὴν θεοῦ γιγνόμενον τὸ καὶ τοὺς ἐσθίοντας μὴ στηρίζεσθαι.