Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ριζʹ Νίκη τῶν ἐν Χριστῷ ἀγωνιζομένων καὶ προφητεία περὶ Χριστοῦ
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.12-7
Not analysed yet
Θεός μου εἶ σύ, καὶ ἐξομολογήσομαί σοι. θεός μου εἶ σύ, καὶ ὑψώσω σε. ἐξομολογήσομαί σοι, ὅτι ἐπήκουσάς μου καὶ ἐγένου μοι εἰς σωτηρίαν. ἐξομολογεῖσθε τῷ κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Προστάττεται δὲ ὁ συγκροτηθεὶς ἐν Χριστῷ λαὸς ἔκ τε τοῦ Ἰσραὴλ καὶ ἐκ τοῦ οἴκου Ἀαρὼν καὶ ἐκ τῶν φοβουμένων τὸν κύριον ἐξομολογεῖσθαι καὶ λέγειν ἐν τῇ ἐξομολογήσει τό· θεός μου εἶ σύ, καὶ ἐξομολογήσομαί σοι. θεός μου εἶ σύ, καὶ ὑψώσω σε, τίνι δὲ ταῦτα λέγειν ἢ τῷ ἀνωτέρῳ δεδηλωμένῳ κυρίῳ τῷ καὶ ἐκ θλίψεως ῥυσαμένῳ αὐτόν, τῷ καὶ τοὺς ἐχθροὺς αὐτοῦ ταπεινώσαντι, τῷ καὶ τὸν λίθον τὸν ἀποβληθέντα πρὸς τῶν οἰκοδομῶν ὑψώσαντι, τῷ καὶ εὐοδώσαντι καὶ σώσαντι τοὺς πιστεύσαντας εἰς αὐτόν;