Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ριηʹ Στοιχείωσις τῆς κατὰ θεὸν εἰσαγωγῆς
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.1-18
Not analysed yet
αλφ Μακάριοι οἱ ἄμωμοι ἐν ὁδῷ, οἱ πορευόμενοι ἐν νόμῳ κυρίου. μακάριοι οἱ ἐξερευνῶντες τὰ μαρτύρια αὐτοῦ, ἐν ὅλῃ καρδίᾳ ἐκζητήσουσιν αὐτόν. Ἄμωμοι δ’ ἂν εἶεν καὶ οἱ τέλειοι ἐν ὁδῷ ,οὓς καὶ μακαρίους ἀποφαίνειν διδάσκεται ὁ ἐν ἀρχαῖς τυγχάνων τῶν θείων μαθημάτων, ὡς ἂν μὴ ἐπιτρίβοιτο αὐτὸς χαυνούμενος ὡς ἤδη μακάριος. γινώσκει δέ, ὅτι μακρὰν ἀφυστερεῖ τῶν μακαριζομένων.