Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, Ὑποθέσεις
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.12-9
Not analysed yet
ιβ Ἡ δωδεκάτη ᾠδὴ τῶν ἀναβαθμῶν τὸν καταξιωθέντα τοῦ ἱλασμοῦ καὶ δι’ αὐτοῦ τῶν πολεμίων κρείττονα γενόμενον διδάσκει ταπεινοφρονεῖν διὰ τοῦ κύριε, οὐχ ὑψώθη ἡ καρδία μου, οὐδὲ ἐμετεωρίσθησαν οἱ ὀφθαλμοί μου ,ἀλλ’ ἐταπεινοφρόνουν. ἔργον γάρ ἐστι τὸν ὠφελημένον συστέλλειν τὸ φρόνημα καὶ τὴν οἴησιν κωλύειν, ἀλλὰ μὴ ἐπαίρεσθαι μηδὲ χαυνοῦσθαι ἐπὶ τῇ αὐτοῦ βελτιώσει. διόπερ ἀναγκαίως προκόψας διδάσκεται ταπεινοφρονεῖν.