Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, Ὑποθέσεις
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.13-7
Not analysed yet
ιγ Ἡ τρισκαιδεκάτη ᾠδὴ τῶν ἀναβαθμῶν εὐχὴν περιέχει ὑπὲρ τοῦ Δαυείδ. τῆς γὰρ τοῦ σωτῆρος ἡμῶν εἰς πάντας χυθείσης ἀνθρώπους φιλανθρωπίας καὶ τοῦ ἱλασμοῦ τοῦ θεοῦ ὑπὲρ πάντων τῶν ἐθνῶν ἱλασκομένου τὸν πατέρα καὶ πᾶσι τοῖς ὑπ’ αὐτὸν καταφεύγουσιν ἄφεσιν ἁμαρτιῶν προξενοῦντος, ἀναγκαίως τὸ πνεῦμα τὸ προφητικὸν μετὰ τῶν λοιπῶν τῶν σῳζομένων ἁπάντων καὶ τοῦ Δαυείδ φησιν· μνήσθητι, κύριε, τοῦ Δαυείδ ,κατὰ τὴν πραότητα αὐτοῦ ἀποδιδοὺς αὐτῷ. ὡς γὰρ αὐτὸς πρᾶος ὢν ἠφίει τῷ Σαοὺλ τὰ εἰς αὐτὸν ἀδικήματα, οὕτω καὶ αὐτῷ συγχώρησον τὰς πλημμελείας μνησθείς, ὁποῖά ποτε ηὔξατο ὀμόσας τῷ κυρίῳ μὴ πρότερον ἀναπαύσασθαι ἐπὶ τῆς ἑαυτοῦ στρώμνης ἢ γνῶναι τὸν τόπον τῆς Χριστοῦ γενέσεως, ὃν καὶ ἔδειξας αὐτῷ. διόπερ ἔφασκεν· ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Ἐφραθᾶ ,αὕτη δέ ἐστι Βηθλεέμ. καὶ περὶ τοῦ σκηνώματος δέ, τούτεστι τοῦ σώματος τοῦ Χριστοῦ, ηὔξατο, καὶ πάλιν αὐτῷ καὶ τοῦτο φανερὸν ἐποίησας εἰπὼν πρὸς αὐτόν· ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τὸν θρόνον σου . τούτων οὖν αὐτῶν μνήσθητι, ὦ κύριε ,κατὰ τὸν καιρὸν τῆς εἰς πάντας ἀνθρώπους ὑπὸ σοῦ χυθησομένης σωτηρίου χάριτος.