Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ραʹ Ὀδυρμὸς ἐπὶ τῷ προτέρῳ λαῷ καὶ προφητεία νεοῦ λαοῦ καὶ κλῆσις ἐθνῶν
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.13
Not analysed yet
Κύριος ἐξ οὐρανοῦ ἐπὶ τὴν γῆν ἐπέβλεψεν τοῦ ἀκοῦσαι τὸν στεναγμὸν τῶν πεπεδημένων, τοῦ λῦσαι τοὺς υἱοὺς τῶν τεθανατωμένων, τοῦ ἀναγγεῖλαι ἐν Σιὼν τὸ ὄνομα κυρίου καὶ τὴν αἴνεσιν αὐτοῦ ἐν Ἱερουσαλήμ. Ἐν ταύτῃ γὰρ κηρύσσεται τὰ τῆς θεότητος αὐτοῦ μυστήρια τά τε τῆς πρὸ τῶν αἰώνων καὶ τὰ τῆς δευτέρας αὐτοῦ καὶ ἐνδόξου παρουσίας· ἀναγκαία γὰρ ἡ περὶ τούτων ἀπαγγελία τοῖς ἐν τῷ νῦν βίῳ διατρίβουσιν εἰς τὸ παρασκευάσασθαι πρὸς τὴν μέλλουσαν παραγίνεσθαι τοῦ κυρίου δόξαν ,ὅτε ἐπιστὰς ἄξει πᾶν τὸ ποίημα εἰς κρίσιν.