Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ριηʹ Στοιχείωσις τῆς κατὰ θεὸν εἰσαγωγῆς
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.13-6
Not analysed yet
η Νομοθέτησόν με, κύριε, τὴν ὁδὸν τῶν δικαιωμάτων σου, καὶ ἐκζητήσω αὐτὴν διὰ παντός. Τὸ μὲν παρὰ τοῦ θεοῦ αἰτεῖ, τὸ δὲ ἐπαγγέλλεται ἐξ ἑαυτοῦ συνεισφέρειν· σὺ μὲν γάρ, φησίν, ὦ κύριε, νομοθέτησόν με τὴν ὁδὸν τῶν δικαιωμάτων σου, ἐγὼ δὲ τὸν τῆς ζωῆς μου ἅπαντα χρόνον ἐπιδώσω ἐμαυτὸν εἰς ἀναζήτησιν αὐτῆς. ἀντὶ δὲ τοῦ νομοθέτησόν με ὁ μὲν Ἀκύλας φώτισόν με, κύριε ,ὁ δὲ Σύμμαχος ὑπόδειξόν μοι, κύριε ,ἐκδεδώκασιν, ὡς μὴ ἄλλως γνωσθῆναι δυναμένης τῆς ὁδοῦ, εἰ μὴ αὐτὸς ὁ κύριος φωτίσει τοὺς τῆς ψυχῆς ὀφθαλμούς.