Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ριηʹ Στοιχείωσις τῆς κατὰ θεὸν εἰσαγωγῆς
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.14-6
Not analysed yet
Συνέτισόν με, καὶ ἐξερευνήσω τὸν νόμον σου καὶ φυλάξω αὐτὸν ἐν ὅλῃ καρδίᾳ μου. ὁδήγησόν με ἐν τρίβῳ τῶν ἐντολῶν σου, ὅτι αὐτὴν ἠθέλησα. Καὶ δεύτερον δὲ ὁμοίως διδάσκεται ὁ στοιχειούμενος τὸ μέν τι παρὰ τοῦ θεοῦ αἰτεῖν, τὸ δὲ ἐξ αὐτοῦ συνεισφέρειν· ἐπειδὴ γὰρ τὰ ἐν τῷ νόμῳ τοῦ θεοῦ βάθη καὶ ἐν αὐτῷ κεκρυμμένα μυστήρια θεοῦ δεῖται διδασκάλου, ἀναγκαίως τὸν θεὸν παρακαλεῖ λέγων· συνέτισόν με καὶ ἐξερευνήσω τὸν νόμον σου, μετὰ τοῦ ἐπαγγέλλεσθαι, ὅτι φυλάξει αὐτὸν ἐν ὅλῃ καρδίᾳ αὐτοῦ. ἅτε συνεὶς τὰ ἐν αὐτῷ κεκρυμμένα οὐκέτι διὰ σώματος αὐτὸν φυλάξει ,ἀλλὰ κατὰ διάνοιαν καὶ ἐν ὅλῃ καρδίᾳ ὥσπερ παρακαταθήκην ἀναγκαίαν φυλάττων. Καὶ ἐπὶ τοῦ τρίτου ὁμοίως αἰτεῖ μὲν παρὰ τοῦ θεοῦ ὁδηγηθῆναι τῇ τρίβῳ τῶν ἐντολῶν, ἐπιλέγει δ’ ἑξῆς τὰ ἐκ τῆς αὐτοῦ προαιρέσεως φάσκων· ὅτι αὐτὴν ἠθέλησα, δηλονότι καὶ τὴν τάξιν, τὸν τρόπον τῶν ἐντολῶν.