Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρδʹ Διδασκαλία τοῖς ἔθνεσι τῶν εἰς τὸν πρότερον λαὸν τοῦ θεοῦ εὐεργεσιῶν
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.14-3
Not analysed yet
Ἀπέστειλε βασιλεὺς καὶ ἔλυσεν αὐτόν, ἄρχων λαῶν, καὶ ἀφῆκεν αὐτόν. κατέστησεν αὐτὸν κύριον τοῦ οἴκου αὐτοῦ καὶ ἄρχοντα πάσης τῆς κτήσεως αὐτοῦ τοῦ παιδεῦσαι τοὺς ἄρχοντας αὐτοῦ ὡς ἑαυτὸν καὶ τοὺς πρεσβυτέρους αὐτοῦ σοφίσαι. Ὅτε αὐτάρκως ἐπυρώθη Ἰωσὴφ χρυσοῦ δίκην κατὰ τὸ δοκίμασόν με, κύριε, καὶ πείρασόν με ,πάλιν τότε θεοῦ ὑποβαλόντος τῷ βασιλεῖ λύεται μὲν ὑπὸ τοῦ Φαραὼ τῶν δεσμῶν, καθίσταται δὲ ἄρχων τοῦ οἴκου τοῦ βασιλέως καὶ πάσης τῆς κτήσεως αὐτοῦ. Ὁ δὲ παρὼν λόγος διδάσκει οὐ τοσοῦτον τῆς τῶν καρπῶν φυλακῆς ἕνεκα εἰς τὴν ἀρχὴν προῆχθαι τὸν Ἰωσήφ, ὅσον τῆς κατὰ ψυχὴν ὠφελείας τῶν μελλόντων ὑπ’ αὐτοῦ σοφίζεσθαι καὶ παιδεύεσθαι. ἦσαν δὲ οὗτοι ἄρχοντες Φαραὼ καὶ πρεσβύτεροι. ὧν ὠφελουμένων εἰκὸς ἦν καὶ τοὺς ὑπηκόους ἅπαντας τῆς παρ’ αὐτῶν μετασχεῖν βελτιώσεως.