Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρδʹ Διδασκαλία τοῖς ἔθνεσι τῶν εἰς τὸν πρότερον λαὸν τοῦ θεοῦ εὐεργεσιῶν
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.15-3
Not analysed yet
Καὶ εἰσῆλθεν Ἰσραὴλ εἰς Αἴγυπτον, καὶ Ἰακὼβ παρῴκησεν ἐν γῇ Χαμ. Τίς δὲ εἰσῆλθεν ἀλλ’ ἢ Ἰσραήλ ; καὶ τίς παρῴκησεν ἐν γῇ Χὰμ ἀλλ’ ἢ Ἰακώβ ; δηλοῦται δὲ διὰ τούτων αὐτός τε ὁ πατὴρ καὶ οἱ τούτου παῖδες. ἐπεὶ γὰρ οὐ μόνος εἰσῆλθεν Ἰακώβ ,ἀλλὰ καὶ ἑβδομήκοντα ψυχαὶ σὺν αὐτῷ κατὰ τό· ἐν ἑβδομήκοντα ψυχαῖς κατέβη Ἰσραὴλ εἰς Αἴγυπτον ,διὰ τοῦτο καὶ οἱ παῖδες καὶ ὁ πατὴρ ἐδηλώθησαν διὰ τῶν προκειμένων.