Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ργʹ Διδασκαλία ἐξομολογήσεως
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.15-2
Not analysed yet
Ἐκλίποισαν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς. εὐλόγει, ἡ ψυχή μου, τὸν κύριον. Ἐπὰν ὁ δηλούμενος ἐνστῇ καιρὸς ὁ τῆς τοῦ θεοῦ δικαιοκρισίας ,ἐγὼ μὲν εὐφρανθήσομαι, φησίν, ἐπὶ τῷ κυρίῳ ,εἴ γε νῦν κατὰ τὸν ἐνεστῶτα καιρὸν ἡδυνθείη αὐτῷ ἡ διαλογή μου . οἱ δὲ ἄλλως ἁμαρτωλοὶ καὶ ἄνομοι τότε ἐκλείψουσιν, οὐχ ἁπλῶς ἀπὸ τοῦ παντός, ἀλλ’ ἀπὸ τῆς γῆς, ὡς μηκέτι ὑπάρχειν αὐτοὺς ἐν τῇ γῇ, ἀλλ’ ἐν ἑτέρῳ παρὰ τὴν γῆν στοιχείῳ· παραδοθήσονται γὰρ πάντως που τῷ αἰωνίῳ πυρὶ κατὰ τὸν φήσαντα λόγον· πορεύεσθε εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ . διόπερ τούτων μεμνημένη, ὦ ψυχή, καὶ ταῦτα πρὸ ὀφθαλμῶν ἔχουσα μήποτε διαλιμπάνοις τὸ προσταττόμενον ὑπὸ τοῦ θείου πνεύματος ἐπιτελοῦσα. τοῦτο δ’ ἐστὶ τὸ εὐλογεῖν τὸν κύριον.