Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρδʹ Διδασκαλία τοῖς ἔθνεσι τῶν εἰς τὸν πρότερον λαὸν τοῦ θεοῦ εὐεργεσιῶν
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.1-4
Not analysed yet
Ἀλληλούια. Τῶν ἐπιγραφομένων ἀλληλούια πρῶτος ὁ παρὼν τυγχάνει. οἶμαι δὲ ταύτην ἔχειν τὴν ἐπιγραφὴν διὰ τοῦ ξένου τυγχάνειν χαρακτῆρος παρὰ τοὺς ψαλμοὺς καὶ τὰ περὶ τὴν ᾠδήν· δι’ ὅλου γάρ μοι δοκοῦσιν οὗτοι αἴνους καὶ ὕμνους περιέχειν εἰς τὸν θεὸν, καὶ εἰκότως· ἑρμηνεύεται γὰρ τὸ ἀλληλούια · αἰνεῖτε τὸν κύριον, οὔτε διὰ ψαλτηρίου κρουσθέντες οὔτε δι’ ᾠδῆς λεχθέντες, ἀλλ’ αὐτὸ τοῦτο αἶνοι καὶ ὕμνοι τυγχάνοντες καὶ τὰς τοῦ θεοῦ εὐεργεσίας εἰς ἀνθρώπους περιέχοντες.