Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, Ὑποθέσεις
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.15-7
Not analysed yet
ιε Ἡ τελευταία ᾠδὴ τῶν ἀναβαθμῶν, ἐπεὶ μὴ ἐκ μόνων τῶν κεχρισμένων ἤμελλεν ἡ σύνοδος συγκροτεῖσθαι τῆς τοῦ σωτῆρος ἡμῶν ἐκκλησίας, ἀλλὰ καὶ ἐκ τῶν μηδέπω τοιούτων, εἰκότως τοὺς ὑποβεβηκότας μετὰ τοὺς κρείττονας καλεῖ, ὡς ἂν εἴποι τις τοὺς ἔτι κατηχουμένους ἐν προθύροις τῆς πρώτης καὶ στοιχειώδους εἰσαγωγῆς ἑστῶτας ,οὓς καὶ δούλους ὀνομάζει ἅτε μηδεπώποτε πνεῦμα υἱοθεσίας εἰληφότας. διό φησιν· ἰδοὺ δὴ εὐλογεῖτε τὸν κύριον, πάντες οἱ δοῦλοι κυρίου, οἱ ἑστῶτες ἐν οἴκῳ κυρίου, ἐν αὐλαῖς οἴκου θεοῦ ἡμῶν. ἐν ταῖς νυξὶν ἐπάρατε τὰς χεῖρας ὑμῶν. ὁρᾷς γὰρ ὡς ἑστάναι φησὶν αὐτοὺς ἐν ταῖς αὐλαῖς, ἀλλ’ οὐκ ἐν τοῖς ἔνδον, ἀλλ’ οὐδ’ ἐν τοῖς ἁγίοις τῶν ἁγίων, ἔνθα οἱ κεχρισμένοι εἰσῄεσαν. διὸ καὶ ἐν νυξὶν αὐτοὺς εἶναι λέγει ἅτε μηδέπω τοῦ φωτίσματος τοῦ διὰ τοῦ ἁγίου πνεύματος κατηξιωμένους. Ἐν τούτοις περιγράφονται αἱ τῶν ἀναβαθμῶν ᾠδαὶ πεντεκαίδεκα μὲν ὑπάρχουσαι τὸν ἀριθμόν, διαιρούμεναι δὲ εἰς ἑπτὰ καὶ ὀκτώ, διὰ μὲν πρώτων τῶν ἑπτὰ τοῦ προτέρου λαοῦ τὴν ἀπὸ Βαβυλῶνος εἰς τὴν οἰκείαν γῆν ἐπάνοδον προφητεύουσαι, διὰ δὲ τῶν ἑξῆς ὀκτὼ τοῦ δευτέρου λαοῦ, τοῦ ἐξ ἐθνῶν δηλαδή, τὴν κλῆσιν εὐαγγελιζόμεναι. πρῶτος δὲ ὄγδοος παρείληπται ἀριθμὸς διὰ τὴν κυριακὴν ἡμέραν τῆς τοῦ σωτῆρος ἡμῶν ἀναστάσεως, ἥτις μετὰ τὰς ἑπτὰ παραλειφθεῖσα ὀγδόη πέφηνεν ἀντὶ τοῦ σαββάτου πᾶσι τοῖς καθ’ ὅλης τῆς οἰκουμένης ἔθνεσιν ἑορτάζειν καὶ τῷ παμβασιλεῖ θεῷ λατρεύειν διὰ τοῦ ἀρχιερέως αὐτοῦ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν χαρισαμένη. Καὶ ταῦτα μὲν πρὸς λέξιν ἡμῖν ἀποδέδοται. εἰ δὲ ἔστι τις ἑτέρα Ἱερουσαλήμ ,ἣν οὐκ ἠγνόει ὁ θεῖος ἀπόστολος λέγων· ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστίν, ἥτις ἐστὶ μήτηρ ἡμῶν ,καί· προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει θεοῦ ζῶντος Ἱερουσαλὴμ ἐπουρανίῳ, ἡμεῖς τε οἱ ἐπὶ γῆς τὰς διατριβὰς ποιούμενοι καὶ τὸν ἀνθρώπινον καὶ θνητὸν βίον διαντλοῦντες οὐκ ἔξω τυγχάνομεν τῆς συγχύσεως –Βαβυλὼν δὲ ἦν ἡ σύγχυσις –ἦλθέ τε ὁ σωτὴρ καὶ κύριος ἡμῶν εἰς τὴν τοῦ περιγείου τόπου σύγχυσιν ἅπασιν ἀνθρώποις, οὐ γὰρ δὴ Ἰουδαίοις μόνοις, κηρύξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν ,εἰκότως καὶ κατὰ νόμους ἀλληγορίας ἔχοιέν τινα λόγον αἱ ᾠδαὶ τῶν ἀναβαθμῶν· προσάγουσαι καὶ ἀνάγουσαι πρὸς τὸν τῶν ὅλων θεὸν ἀπὸ τῆς συγχύσεως τοῦ βίου καὶ τῆς εἰδωλολάτρου καὶ δαιμονικῆς αἰχμαλωσίας τὰς τῶν ἀνθρώπων ψυχὰς διά τινων προκοπῶν ὥσπερ διά τινων ἀναβαθμῶν τῶν κατὰ τὴν ἐπίδοσιν τῆς ἀρετῆς ἐπὶ τὴν ἄνω Ἱερουσαλὴμ χειραγωγοῦσί τε καὶ ἀνάγουσιν.