Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, Ὑποθέσεις
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.14-7
Not analysed yet
ιδ Ἡ τεσσαρεσκαιδεκάτη ᾠδὴ τῶν ἀναβαθμῶν ἀκολούθως τῇ τοῦ σωτῆρος ἡμῶν ἐπιλάμψει τὸ ἐξ αὐτοῦ τῷ βίῳ τῶν ἀνθρώπων δεδωρημένον καλὸν καὶ τερπνὸν παρίστησι. τοῦτο δ’ ἐστὶ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό . οὕτως δὲ αὐτὸ καλὸν καὶ τερπνὸν εἶναι διδάσκει ὡς μύρον ,οὐχ ὡς ἁπλῶς, ἀλλὰ τὸ ἐπὶ κεφαλὴν καταβαῖνον καὶ ἐπὶ τὸν πώγωνα τὸν Ἀαρών . σημαίνει δὲ διὰ τούτου ἱερέα καὶ χριστὸν ἄντικρυς δηλοῦν τούτους διὰ τοῦ λόγου προφητεύεσθαι τοὺς ὠνομασμένους ἀδελφοὺς τοὺς τῷ χρίσματι τῷ ἱερατικῷ χρισθέντας, ἀφ’ οὗ τὸ Χριστιανῶν ὄνομα τῆς ἐνθέου εὐωδίας τὸν σύμπαντα κόσμον ἐπλήρωσεν.