Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ριγʹ Νέου λαοῦ διδασκαλία
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.2-12
Not analysed yet
Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω. τὰ ὄρη ἐσκίρτησαν ὡσεὶ κριοὶ καὶ οἱ βουνοὶ ὡς ἀρνία προβάτων. τί σοί ἐστιν, θάλασσα, ὅτι ἔφυγες, καὶ σοί, Ἰορδάνη, ὅτι ἀνεχώρησας εἰς τὰ ὀπίσω; τὰ ὄρη, ὅτι ἐσκιρτήσατε ὡσεὶ κριοί, καὶ οἱ βουνοί, ὡς ἀρνία προβάτων; Ἔοικε σημαίνειν ὁ λόγος μετέχειν τινὸς αἰσθητικῆς καὶ ἀντιληπτικῆς τοῦ θεοῦ δυνάμεως πᾶσαν τὴν κτίσιν, ὡς καὶ αὐτὰ τὰ νομιζόμενα ἡμῖν ἄψυχα ὄρη καὶ τοὺς βουνοὺς μὴ ἀνεπαίσθητα γεγονέναι τῆς ἐπιβάσεως τοῦ θεοῦ τῆς ἐν αὐτῷ γενομένης κατὰ τὸν καιρὸν τῆς ἐξ Αἰγύπτου πορείας· ἡ μὲν γὰρ Μωυσέως γραφὴ διδάσκει λέγουσα· κύριος ἐκ Σινᾷ ὤφθῃ καὶ ἐπέφανεν ἐξ ὄρους Χωρὴβ καὶ ἄγγελοι μετ’ αὐτοῦ. καὶ ἀνέβη, φησίν, Μωυσῆς εἰς τὸ ὄρος καὶ εἶδε τὰ ἴχνη, ἔνθα εἱστήκεσαν οἱ πόδες αὐτοῦ. καὶ ὡς ὅλοις τεσσαράκοντα ἔτεσι τοῦ λαοῦ κυκλοῦντος τὴν ἔρημον συνῆν αὐτοῖς τὸ θεῖον ἐπιβαῖνον τοῖς ὄρεσι καὶ τοῖς βουνοῖς. ὁ δὲ παρὼν λόγος προστίθησι τῇ ἱστορίᾳ διδάσκων, ὅτι χαίροντα τὰ ὄρη τῇ εἰς αὐτὰ ἐπιβάσει τοῦ θεοῦ κριῶν δίκην ἐσκίρτων καὶ ὠρχοῦντο δι’ ὑπερβολὴν χαρᾶς. τὸ δ’ αὐτὸ ἔπασχον καὶ οἱ βουνοὶ ὡς ἀρνία σκιρτῶντες καὶ δυνάμει φθεγγόμενοι καὶ ἀνθρωπίνῃ φωνῇ λαλοῦντες, ὡς, εἰ καθ’ ὑπόθεσίν τις εἴρετο τὰ ὄρη καὶ τοὺς βουνοὺς τὴν αἰτίαν τῆς τοσαύτης εὐφροσύνης, μὴ ἀποκνῆσαι μὴ μόνον τὰ ὄρη καὶ τοὺς βουνούς, ἀλλὰ καὶ αὐτὴν τὴν φυγοῦσαν θάλασσαν καὶ τὸν ἀναστραφέντα εἰς τὰ ὀπίσω Ἰορδάνην εἰπεῖν, ὅτι δὴ ταῦτα πεπόνθασιν ἀπὸ προσώπου τοῦ τῶν ὅλων δεσπότου. καὶ πῶς γὰρ οὐκ ἔμελλε τοῦ τὰ πάντα κτίσαντος καὶ τοῦ τῶν ὅλων κυρίου ἐπιβαίνοντος αὐτοῖς; φεύγει μὲν ἡ θάλασσα ἅτε δὴ ἔχουσα ἐν αὐτῇ φωλεύοντα τὸν προδηλωθέντα δράκοντα ,ἐντρέπεται ὁ Ἰορδάνης καὶ ἀναχωρεῖ εἰς τοὐπίσω δίοδόν τε ἀβλαβῆ παρέχει τῇ τοῦ θεοῦ κιβωτῷ. τὰ δὲ ὄρη καὶ οἱ βουνοὶ καταξιωθέντα τῶν βημάτων τοῦ θεοῦ καὶ τῆς ἐν αὐτοῖς ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων δοθείσης νομοθεσίας σκιρτᾶ καὶ ἀγάλλεται.