Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ριγʹ Νέου λαοῦ διδασκαλία
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.1-13
Not analysed yet
Ἐν ἐξόδῳ Ἰσραὴλ ἐξ Αἰγύπτου οἴκου Ἰακὼβ ἐκ λαοῦ βαρβάρου ἐγενήθη Ἰουδαία ἁγίασμα αὐτοῦ, Ἰσραὴλ ἐξουσία αὐτοῦ. Καὶ διὰ τῆς παραθέσεως τῶν παλαιῶν τὰ διὰ τῆς καινῆς μεγαλουργήματα τοῦ σωτῆρος ἡμῶν δείκνυνται· πάλαι μὲν γὰρ ὅτε διὰ Μωυσέως τὴν ἐξ Αἰγύπτου πορείαν ἐποιήσαντο οἱ ἀπὸ τοῦ προτέρου λαοῦ, βραχύ τι μόριον τῆς γῆς καὶ σφόδρα εὐτελὴς γωνία τῆς ἁπάσης οἰκουμένης Ἰουδαία ἐξείλεκτο τῷ θεῷ καὶ ἔθνος ἓν τὸ Ἰουδαίων. ἐπὶ δὲ τῆς σωτηρίου ἐπιφανείας τῆς χάριτος ἁπλωθείσης καθ’ ὅλης τῆς οἰκουμένης ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν αἰνετὸν τὸ ὄνομα κυρίου καὶ ὑψηλὸς οὐκ ἐπ’ ἔθνος ἓν τὸν Ἰσραήλ, ἀλλ’ ὑψηλὸς ἐπὶ πάντα τὰ ἔθνη ὁ κύριος γέγονεν. πλὴν εἰ καὶ μείζονα τὰ παρόντα κατορθώματα, οὐκ ἀπόβλητα τὰ πρῶτα. διὸ ἀναγκαίως πρὸς τοῖς ἐν τῇ νέᾳ διαθήκῃ κατορθώμασι καὶ τὰ ἐν τῇ παλαιᾷ τοῖς πᾶσι παραδέδοται, ὡς ἂν καὶ τὰ διὰ Μωυσέως γεγενημένα μεγαλουργήματα συμπαραλάβοι ἐν ταῖς ἐμφερομέναις τοῦ σωτῆρος ἡμῶν πράξεσιν. ἀντὶ δὲ τοῦ ἐκ λαοῦ βαρβάρου ὁ μὲν Ἀκύλας ἀπὸ λαοῦ ἑτερογλώσσου ,ὁ δὲ Σύμμαχος ἐκ λαοῦ ἀλλοφώνου ἐκδεδώκασιν.