Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ριϛʹ Κλῆσις ἐθνῶν
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.2-14
Not analysed yet
Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ’ ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ κυρίου μένει εἰς τὸν αἰῶνα. Κραταιότερον γὰρ γέγονεν ὑπὲρ τὴν τῶν ἀνθρώπων κακίαν, ὡς νικῆσαι πᾶσαν δεισιδαιμονίαν καὶ πᾶσαν ἀνθρώπων πλάνην τὴν τοῦ θεοῦ φιλανθρωπίαν. Ἡ δὲ ἀλήθεια τοῦ κυρίου μένει εἰς τὸν αἰῶνα τῶν διὰ τῆς προφητείας ἐπηγγελμένων τὴν ἀλήθειαν ἀποληψομένων κατὰ τὸν καιρὸν τῆς τῶν πραγμάτων ἐκβάσεως· οὐ γὰρ εἰς μακροὺς αἰῶνας, ἀλλ’ εἰς τὸν ἐνεστῶτα πληρωθήσεται ἡ ἀλήθεια αὐτοῦ ἡ διὰ τῆς προφητείας κεκηρυγμένη.