Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ριϛʹ Κλῆσις ἐθνῶν
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.1-16
Not analysed yet
Ἀλληλούια. αἰνεῖτε τὸν κύριον, πάντα τὰ ἔθνη. ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί. Ἀνακαλεῖται τοίνυν ὁ λόγος ἐπὶ τὸν ὕμνον τοῦ θεοῦ πάντα τὰ ἀλλογενῆ καὶ ἀλλόφυλα ἔθνη. εἶτα ἀποδιαστείλας τῶν ἐθνῶν τοὺς λαοὺς ἐπιλέγει· ἐπαινεσάτωσαν αὐτὸν πάντες οἱ λαοί. νοήσεις δὲ τὴν διαφορὰν ἐπιστήσας τῇ προφητείᾳ τῇ λεγούσῃ παρὰ τῷ Ζαχαρίᾳ· χαῖρε καὶ εὐφραίνου, θύγατερ Σιών. ἰδού· ἐγὼ ἔρχομαι καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει κύριος. καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν κύριον, καὶ ἔσονται αὐτῷ εἰς λαόν, κἀγὼ ἔσομαι αὐτοῖς εἰς θεόν · τέως μὲν γὰρ ἔθνη τυγχάνοντα οὔπω λαὸς ἦσαν αὐτοῦ, μεταβαλόντα δὲ τοῦ προτέρου βίου καὶ μετασχόντα τῶν τοῦ θεοῦ μυστηρίων δι’ ἀναγεννήσεως καὶ λουτροῦ παλιγγενεσίας γίνονται αὐτοῦ λαοί . ὃ δὴ εἰσέτι καὶ νῦν πληροῦται καθ’ ὅλης τῆς τῶν ἀνθρώπων οἰκουμένης μυριάνδρων λαῶν ὥσπερ κατὰ χοροὺς ἱσταμένων καὶ τὸν τῶν παρ’ Ἑβραίοις προφητῶν θεὸν ὑμνούντων καὶ τὰ αὐτῶν ἀναγνώσματα μαθήματά τε καὶ δόγματα διδασκομένων. ταῦτα γοῦν ὀφθαλμοῖς ὁρώμενα οὐκ ἄλλως ἢ διὰ μόνης τῆς σωτηρίου δυνάμεως καθ’ ὅλης συνέστη τῆς τῶν ἐθνῶν οἰκουμένης.