Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρκʹ Ἐπανόδου Βαβυλῶνος καὶ τῆς διασπορᾶς
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.2-17
Not analysed yet
Κύριος φυλάξει σε, κύριος σκέπη σου ἐπὶ χεῖρα δεξιάν σου. Ἀσκητέον εἶναι Ἰσραήλ, ὃς ἑρμηνεύεται ὁρῶν θεόν. τὸν γοῦν διαπαντὸς εἰς τὸν θεὸν ἀφορῶντα αὐτὸς ὁ ἄυπνος φυλάττει θεὸς καὶ τούτου τὴν δεξιὰν χεῖρα σκέπει ἅτε δεξιαῖς πράξεσι χρωμένου καὶ τοὺς ἐχθροὺς ἐλαύνοντος τῇ ἑαυτοῦ δεξιᾷ· μάλιστα γὰρ τῇ δεξιᾷ τῶν θεοφιλῶν ἐπιβουλεύειν πειρῶνται οἱ ἐχθροί. οὕτω γοῦν εἴρηται· καὶ Ἰησοῦς ἦν ἐνδεδυμένος ἱμάτια ῥυπαρά, καὶ ὁ διάβολος εἱστήκει ἐκ δεξιῶν αὐτοῦ.