Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρκʹ Ἐπανόδου Βαβυλῶνος καὶ τῆς διασπορᾶς
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.3-16
Not analysed yet
Ἡμέρας ὁ ἥλιος οὐ συγκαύσει σε οὐδὲ ἡ σελήνη τὴν νύκτα. Καὶ τοὺς ὁδεύοντας δὲ τὴν καλὴν ὁδὸν τὴν ἄγουσαν ἐπὶ τὴν Ἱερουσαλὴμ τὴν ἐπουράνιον καὶ ἐν ταῖς κατὰ θεὸν προκοπαῖς ἀναβαίνοντας οὐδὲν παρενοχλήσει δι’ ὃν ἐκτήσαντο βοηθόν, ἐπεὶ καὶ νοήμων ἐστὶν υἱὸς ἀπὸ καύματος διασῳζόμενος κατὰ τὴν θείαν παροιμίαν συγκαιομένου ὑπὸ ἡλίου τοῦ μὴ σπουδαίου· οὐ γὰρ ἄξιος τῆς τοιαύτης εὐλογίας. ἀμέλει γοῦν τὰ ἐπὶ τὴν πέτραν σπαρέντα καυματισθέντα ὑπὸ ἡλίου ἐξηράνθη . καὶ τὴν χόρτῳ δὲ παραβαλλομένην πᾶσαν σάρκα ἀνατέλλων ὁ ἥλιος σὺν τῷ καύσωνι κατὰ τὸν Ἰάκωβον ξηραίνει . περὶ δὲ τῶν εὐεργετουμένων ἐν Ἡσαΐᾳ λέγεται· οὐ μὴ πατάξει αὐτοὺς ὁ ἥλιος οὐδὲ ὁ καύσων . καὶ εἰ ἓν ὂν περὶ ψεκτῶν ἡλίου καὶ σελήνης εἰρημένα ἀναλογίαν ἐχόντων πρὸς ἐκείνους οἷς εἴρηται Εἰ δὲ καὶ ἐπὶ τοῦ ἡλίου τῆς δικαιοσύνης λαβεῖν δεῖ τὸ προκείμενον, ῥητέον· ὁ ἥλιος οὐ μόνον τὸ φωτίζειν, ἀλλὰ καὶ τὸ συγκαίειν ἔχει. φωτίζει τὸν βλέψιν ἑλόντα καὶ ἀντιλαμβανόμενον τῶν ὁρατῶν, συγκαίει δὲ τὴν ἀφῃρημένην αἴσθησιν. καὶ ὁ τῆς δικαιοσύνης δὲ ἥλιος φωτίζει μὲν ἐφ’ οὓς γίνεται χρηστότης, συγκαίει δὲ τοὺς ὑπὸ τὴν ἀποτομίαν τοῦ θεοῦ γινομένους. τὰ δ’ αὐτὰ καὶ ἡ σὺν αὐτῷ σελήνη, ἁγία ἐκκλησία, ποιήσει συνευεργετοῦσα καὶ συναγανακτοῦσα αὐτῷ.