Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρκβʹ Εὐχῆς
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.2-19
Not analysed yet
Ἰδοὺ ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς κύριον τὸν θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρήσαι ἡμᾶς. Καὶ ὥσπερ δὲ πολλάκις οἰκέται καὶ θεραπαινίδες ἐνατενίζουσι ταῖς χερσὶ τῶν δεσποτῶν ἐν ταῖς ἑστιάσεσι τροφήν τινα παρ’ αὐτῶν λαβεῖν προσδοκῶντες, οὕτως καὶ ἡμεῖς παρὰ τῶν σῶν χειρῶν ἐλπίζομεν τυχεῖν τῶν παρὰ σοῦ ἀγαθῶν.