Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρκβʹ Εὐχῆς
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.3-18
Not analysed yet
Ἐλέησον ἡμᾶς, κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν. Ταῦτα δέ φασιν οἱ ἐν μέσῳ τυγχάνοντες τῆς ἀπὸ Βαβυλῶνος ἐπανόδου ἤδη τότε ἀπαλλαγῆναι τῆς μεγάλης πορείας εὐχόμενοι. καὶ ἐπεὶ ὡς εἰκὸς ἐχλεύαζον αὐτοὺς καὶ ἐξουθένουν οἱ ὁρῶντες σπεύδοντας ἐπὶ τὴν οἰκείαν γῆν, οἷα πλανωμένους κατὰ μέσην τὴν ὁδὸν καὶ ματαίαν τὴν σπουδὴν ποιουμένους, εἰκότως φασίν· ἐλέησον ἡμᾶς, κύριε, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως. εἴποιε ν δ’ ἂν αὐτὰ πάντα οἱ δυνάμενοι λέγειν· δοκῶ γάρ· ὁ θεὸς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν ὡς ἐπιθανατίους, καί· μείζονα πλοῦτον ἡγούμενοι τῶν ἐν Αἰγύπτῳ θησαυρῶν τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ, καὶ οἱ λέγοντες· οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσον ἐπ’ ἐμέ .