Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρκθʹ Εὐχῆς μαρτύρων
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.2-25
Not analysed yet
Ἐὰν ἀνομίας παρατηρήσῃ, κύριε, κύριε, τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν. Ὁ εἰπὼν ἀνωτέρω· πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου, καὶ γὰρ οὐκ ἠδυνήθησάν μοι ,καὶ τὰ ἑξῆς, δοκεῖ μοι διὰ τῆς παρούσης ᾠδῆς ὑπὲρ τῶν ἐν αὐτῷ ἀσθενῶν τὴν εὐχὴν ἀναπέμπειν. ἐπεὶ γὰρ μὴ πάντες οἱ ἐν τῇ ἐκκλησίᾳ Χριστοῦ δύνανται λέγειν καὶ γὰρ οὐκ ἠδυνήθησάν μοι περὶ τῶν πολεμιῶν, ἀναγκαίως περὶ τῶν ἐξασθενούντων κατὰ τοὺς καιροὺς τῶν διωγμῶν τὰ προκείμενα λέγεται. διό φησιν· ἐὰν ἀνομίας παρατηρήσῃ, κύριε, κύριε, τίς ὑποστήσεται; εἰ μὴ ἄρα καὶ αὐτὸς περὶ τῶν προτέρων αὐτοῦ ἀνομιῶν τῶν πρὸ τῆς κλήσεως ταῦτα ἐξομολογεῖται.