Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρκθʹ Εὐχῆς μαρτύρων
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.3-22
Not analysed yet
Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός. ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν κύριον, ὅτι παρὰ τῷ κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ’ αὐτῷ λύτρωσις. καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ. Ὁ παρ’ ἑαυτῷ πολλὴν λύτρωσιν ἔχων ὁ τὸ τίμιον ἑαυτοῦ αἷμα λύτρον δοὺς ὑπὲρ ἡμῶν γενόμενός τε ἁμνὸς τοῦ θεοῦ ,ἵνα περιέλῃ τὴν ἁμαρτίαν τοῦ κόσμου ,ὥστε λέγειν ἡμᾶς· οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει καὶ περὶ ἡμῶν ὀδυνᾶται . ὅπως δ’ ἐλυτρώσατο τὸν Ἰσραήλ, νοήσεις καὶ ἀπὸ τῶν εὐαγγελίων, ἐν οἷς ὁ μὲν Ζαχαρίας φησίν· εὐλογητὸς κύριος, ὁ θεὸς τοῦ Ἰσραήλ, ὅτι ἐπεσκέψατο καὶ ἐποίησε λύτρωσιν τῷ λαῷ αὐτοῦ καὶ ἤγειρε κέρας σωτηρίας ἡμῖν ἐν οἴκῳ Δαυίδ ,ἡ δὲ Μαρία καὶ αὐτὴ μαρτυρεῖ τῷ λόγῳ φάσκουσα· ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ μνησθεὶς ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν .