Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ργʹ Διδασκαλία ἐξομολογήσεως
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.2-3
Not analysed yet
Ἐξομολόγησιν καὶ εὐπρέπειαν ἐνεδύσω ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον. Νοήσεις καὶ οὕτως· ἐφ’ ἑκάστῳ τῶν κτισμάτων τῶν τε καθόλου καὶ τῶν κατὰ μέρος οὐδὲν οἷόν τε κατ’ ἀξίαν λέγειν οὔτ’ ἐπαινεῖν οὔτ’ ἐπαξίως εὐχαριστεῖν ἢ τὴν οἰκείαν ὁμολογεῖν ἀσθένειαν καὶ ἀκαταληψίαν· μόνος γὰρ αὐτὸς ὁ τῶν ἁπάντων ποιητὴς τῶν ὑπ’ αὐτοῦ πεποιημένων καὶ τὰς οὐσίας καὶ τὰς φύσεις καὶ τοὺς ἐφ’ ἑκάστῳ λόγους γινώσκει. διόπερ ἄξια θαυμασμοῦ καὶ ἐκπλήξεως πανταχόθεν περιβαλλόμενος ἐξομολόγησιν ἐνδεδύσθαι λέγεται. τὸ δ’ αἴτιον τῆς ἐν πᾶσιν ἀκαταληψίας τῶν ὑπ’ αὐτοῦ γενομένων ἡ μεγαλοπρέπεια αὐτοῦ παρέχει. οὐδὲν δὲ τοῖς πᾶσι καταλέλοιπεν ἢ τὸ ἐξομολογεῖσθαι αὐτῷ τὴν οἰκείαν ἀσθένειαν καὶ εὐχαριστεῖν αὐτῷ ἐπὶ πάσαις αἷς τοῖς πᾶσιν ἐδωρήσατο εὐεργεσίαις.