Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ργʹ Διδασκαλία ἐξομολογήσεως
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.1-3
Not analysed yet
Εὐλόγει, ἡ ψυχή μου, τὸν κύριον. κύριε, ὁ θεός μου, ἐμεγαλύνθης σφόδρα. Διὰ τῆς τῶν κτισμάτων μεγαλουργίας τε καὶ προνοίας καὶ ποικιλίας χαίρειν τ’ ἐν τῷ αὐτῷ καὶ θάρσος ἀναλαμβάνειν διδάσκεται ἡ ψυχή, διὰ τοῦ σεμνύνεσθαι καὶ αὐτῆς κύριον καὶ θεὸν τῶν τοσούτων μεγαλουργιῶν ἐπιγράφεσθαι ἰδιοποιεῖσθαί τε αὐτὸν λέγουσα κύριε, ὁ θεός μου. πῶς δ’ ἐμεγαλύνθη σφόδρα κύριος ὁ θεός, ἐξῆς ἐπιλέγει. .