Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρλεʹ Εὐχαριστία λελυτρωμένων
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.2-31
Not analysed yet
Τῷ ποιήσαντι φῶτα μεγάλα μόνῳ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, τὸν ἥλιον εἰς ἐξουσίαν τῆς ἡμέρας, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, τὴν σελήνην καὶ τὰ ἄστρα εἰς ἐξουσίαν τῆς νυκτός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Οὐκοῦν τὶ ἂν εἴη θαυμασιώτερον τοῦ τὴν γῆν στερέμνιον καὶ βαρὺ στοιχεῖον ὀχεῖσθαι καὶ ἐπιπολάζειν τοῖς ὕδασιν οὐχ οὕτω τῆς φύσεως τῶν σωμάτων ἐχούσης διὰ τὸ τὰ μὲν ὑγρὰ κουφότερα ὄντα τῆς γῆς ἀνωτέρω αὐτῆς φέρεσθαι, αὐτὴν δὲ βαρὺ καὶ παχὺ στοιχεῖον ὑποτρέχειν ἀεὶ καὶ ὑφιζάνειν ἐπὶ τὰ βάθη τῆς ὑγρᾶς οὐσίας; ἀλλ’ οὐχ οὕτως ἔχει καὶ ἐπὶ τῆς τοῦ κόσμου συστάσεως, ἔμπαλιν δὲ παρὰ τὸν τῆς φύσεως λόγον ἡ μὲν ὑγρὰ οὐσία καὶ τὸ μανὸν καὶ κοῦφον στοιχεῖον ὑπόκειται, ἡ δὲ βαρεῖα καὶ ξηρὰ φύσις ἐπιπολάζει ἐπινηχομένη τοῖς ὕδασιν οὕτω τοῦ μεγάλου θαύματος λόγῳ καὶ σοφίᾳ καὶ δυνάμει θεοῦ κατεσκευασμένου. τοῦτο δὲ οἱ παρ’ Ἕλλησι περὶ φυσιολογίας δεινοὶ τοῦτον ἔχειν τὸν τρόπον ἀποδεδώκασιν ἐφ’ ὑδάτων φέρεσθαι τὴν γῆν ἀποφηνάμενοι ὡς ἐκ τούτου συνίστασθαι τὴν θείαν γραφὴν μὴ ἀλλοτρίαν ὑπάρχειν τοῦ φυσιολογικοῦ. Ὁ μὲν οὖν πρὸ τούτου ψαλμὸς χωρὶς λογισμῶν ἐθεολόγει, ἐν οἶς ἔφασκε· πάντα ὅσα ἠθέλησεν ὁ κύριος ἐποίησεν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, ἐν τοῖς θαλάσσαις καὶ ἐν πάσαις ταῖς ἀβύσσοις ,ὁ δὲ παρὼν δι’ ἑτέρων τοῦ θεοῦ μεγαλουργιῶν θεολογεῖ.