Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρλεʹ Εὐχαριστία λελυτρωμένων
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.3-28
Not analysed yet
Τῷ πατάξαντι Αἴγυπτον σὺν τοῖς πρωτοτόκοις αὐτῶν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, καὶ ἐξαγαγόντι τὸν Ἰσραὴλ ἐκ μέσου αὐτῶν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Εἰ μὴ πέπεισαι, φησίν, προνοίᾳ θεοῦ καὶ δυνάμει τὸν σύμπαντα κόσμον καὶ τὰ τούτου μέρη διακυβερνᾶσθαι, ἐν ἀμφιβόλῳ δὲ ἔχεις, μήπως τὰ κατὰ μέρος καὶ τὰ ἀνθρώπινα παρορᾶται ὑπ’ αὐτοῦ, γνῶθι ὅτι καὶ τῶν ἐπὶ γῆς οὐχ ἧττον ἢ τῶν κατ’ οὐρανὸν προνοεῖ. μετέρχεται γοῦν κατὰ χρόνους τῶν ἀνθρώπων τοὺς καθ’ ὑπερβολὴν ἀθέους καὶ ἀσεβεῖς, ὥσπερ ποτὲ τοὺς Αἰγυπτίους μετῆλθε καὶ αὐτὴν τὴν αἰγυπτίαν γῆν. προΐσταται δὲ πάλιν καὶ ὑπερμαχεῖ τῶν θεοφιλῶν καὶ οὐ μόνον αὐτῶν, ἀλλὰ καὶ τῶν τούτων ἀπογόνων ὥσπερ τῶν διὰ Μωυσέως ἠλευθερωμένων τότε τῆς παρ’ Αἰγυπτίοις δουλείας, οὓς ἠλευθέρωσεν αὐτὸς ὁ ἐπὶ πάντων θεὸς οὐκ ἄλλως ἢ ἐκτεταμένῃ χειρὶ καὶ ἰσχυρῷ βραχίονι χρησάμενος. εἴη δ’ ἂν οὗτος ὁ τοῦ θεοῦ λόγος, δι’ οὗ καὶ πάλαι καὶ νῦν τὰς εἰς ἀνθρώπους εὐεργεσίας ἡ φιλανθρωπία τοῦ παναγάθου θεοῦ κατειργάσατο. Εἰ δέ τις μὴ ἐπὶ τὸν παρ’ ἡμῖν θεολογούμενον τοῦ Θεοῦ λόγον ἐκλάβοι τὴν περὶ τοῦ βραχίονος θεωρίαν, ὥρα τοῦτον σύνθετον ὑπονοεῖν εἶναι καὶ σωματικὸν τὸν θεὸν ἐσχηματισμένον εἰς ἀνθρώπου μορφὴν ὡς καὶ χεῖρας καὶ βραχίονας ἔχειν καὶ τούτοις ἀκολούθως τὰ λοιπὰ μέλη, ἃ δὴ πάντα ἀλλότρια τῆς θείας τυγχάνει φύσεως.