Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρλθʹ Φωναὶ τοῦ κατὰ θεὸν ἀγωνιζομένου
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.2-35
Not analysed yet
Ἡ κεφαλὴ τοῦ κυκλώματος αὐτῶν, κόπος τῶν χειλέων αὐτῶν καλύψει αὐτούς. πεσοῦνται ἐπ’ αὐτοὺς ἄνθρακες, ἐν πυρὶ καταβαλεῖς αὐτούς, ἐν ταλαιπωρίαις οὐ μὴ ὑποστῶσιν. Προφητικῶς λέγεται τὸ μετελευσόμενον τοὺς ἀσεβεῖς τέλος· ἔσται γάρ, φησίν, τοῖς νῦν ὑπερηφάνοις καὶ τὰ τοιαῦτα τολμῶσιν ἐπὶ τέλει τῶν πραγμάτων τάδε καὶ τάδε. καὶ καταλήψεται αὐτοὺς τάδε· πρῶτον μὲν κυκλώσει αὐτοὺς τὰ διαβούλια αὐτῶν κατὰ τὸν προφήτην, εἶτα πεσοῦνται ἐπ’ αὐτοὺς ἄνθρακες καὶ ἐν πυρὶ καταβληθήσονται, δῆλον δὲ ὅτι τῷ αἰωνίῳ· τοῦτο γὰρ ἐκδέχεται πάντας τοὺς ἀσεβεῖς. Κεφαλὴ δὲ κυκλώματος τῶν ἁμαρτημάτων ὁ λογισμὸς καὶ ἡ ἐνθύμησις. τῆς οὖν ἐπιβουλῆς αὐτῶν τῆς κατ’ ἐμοῦ, δι’ ἧς ἐκύκλωσέ με ἡ ἀρχὴ καὶ ἡ κεφαλή, οὐ μὴν ἀλλὰ καὶ ὁ κόπος αὐτῶν καὶ ὁ μόχθος ὁ κατ’ ἐμοῦ εἰς αὐτοὺς ἔλθοι. Καὶ πωμασώτω αὐτοὺς ὁ Σύμμαχος ἐξέδωκεν.