Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρλθʹ Φωναὶ τοῦ κατὰ θεὸν ἀγωνιζομένου
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.3-31
Not analysed yet
Ἄνδρα ἄδικον κακὰ θηρεύσει εἰς διαφθοράν. Καὶ πᾶς ἄδικος, φησίν, ὥσπερ ὑπὸ οἰκείας νόσου διαφθαρεὶς ὑπὸ τῆς ἑαυτοῦ κακίας δίκην ὑφέξει τὴν προσήκουσαν· ἱκανὴ γάρ ἐστιν ἀντὶ πάσης τιμωρίας τὴν ἔχουσαν αὐτὴν ψυχὴν διαφθεῖραι.