Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρδʹ Διδασκαλία τοῖς ἔθνεσι τῶν εἰς τὸν πρότερον λαὸν τοῦ θεοῦ εὐεργεσιῶν
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.20
Not analysed yet
Καὶ ἐξήγαγεν αὐτοὺς ἐν ἀργυρίῳ καὶ χρυσίῳ, καὶ οὐκ ἦν ἐν ταῖς φυλαῖς αὐτῶν ἀσθενῶν. εὐφράνθη Αἴγυπτος ἐν τῇ ἐξόδῳ αὐτῶν, ὅτι ἐπέπεσεν ὁ φόβος αὐτῶν ἐπ’ αὐτούς. Ὁ θεὸς προστάττει τῷ λαῷ διὰ Μωυσέως σκυλεῦσαι τοὺς Αἰγυπτίους ὡς νενικημένους καὶ μισθὸν παρ’ αὐτῶν εἰσπράξασθαι τῆς μακροχρονίου δουλείας, ἧς αὐτοὺς κατεδουλώσαντο. ὅτι δὲ ἐν ταῖς φυλαῖς αὐτῶν οὐδεὶς ἦν τότε ἀσθενῶν, ἡ μὲν Μωυσέως γραφὴ οὐκ ἐσημειώσατο, διὰ δὲ τοῦ παρόντος λόγου διδασκόμεθα καὶ τούτου ὡς εἰκὸς παραδόξου ἐκ τοῦ θεοῦ αὐτοῖς ὑπάρξαντος, ὡς ἂν μή τις ἀπομείνῃ ἐν Αἰγύπτῳ ὑπὸ τῆς τοῦ σώματος ἀρρωστίας νικηθείς. ἦν δὲ καὶ τοῦτο οὐ μικρὸν θαῦμα ἐν τοσαύταις μυριάσιν ἀνδρῶν καὶ γυναικῶν μηδένα εὑρεθῆναι ἀσθενοῦντα τὸ σῶμα.