Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρδʹ Διδασκαλία τοῖς ἔθνεσι τῶν εἰς τὸν πρότερον λαὸν τοῦ θεοῦ εὐεργεσιῶν
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.19
Not analysed yet
Ἐξαπέστειλε σκότος, καὶ ἐσκότασεν, καὶ παρεπίκραναν τοὺς λόγους αὐτοῦ. μετέστρεψε τὰ ὕδατα αὐτῶν εἰς αἷμα καὶ ἀπέκτεινε τοὺς ἰχθύας αὐτῶν. ἐξῆρψεν ἡ γῆ αὐτῶν βατράχους ἐν τοῖς ταμιείοις τῶν βασιλέων αὐτῶν. εἶπεν, καὶ ἦλθε κυνόμυια καὶ σκνῖπες ἐν πᾶσι τοῖς ὁρίοις αὐτῶν. ἔθετο τὰς βροχὰς αὐτῶν χάλαζαν, πῦρ καταφλέγον ἐν τῇ γῇ αὐτῶν, καὶ ἐπάταξε τὰς ἀμπέλους αὐτῶν καὶ τὰς συκᾶς αὐτῶν καὶ συνέτριψε πᾶν ξύλον ὁρίου αὐτῶν. εἶπεν, καὶ ἦλθεν ἀκρὶς καὶ βροῦχος, οὗ οὐκ ἦν ἀριθμός, καὶ κατέφαγε πάντα τὸν χόρτον ἐν τῇ γῇ αὐτῶν. καὶ κατέφαγε τὸν καρπὸν τῆς γῆς αὐτῶν. καὶ ἐπάταξε πᾶν πρωτότοκον ἐν τῇ γῇ αὐτῶν, ἀπαρχὴν παντὸς πόνου αὐτῶν. Τούτων ὁ παρὼν λόγος ὡς ἐν ὑμνολογίᾳ μνημονεύει διδάξαι βουλόμενος ὡς τοῦ λαοῦ κηδόμενος ὁ θεὸς τοὺς ἀδικήσαντας αὐτὸν Αἰγυπτίους μετῄει καὶ ἐκόλαζεν οὐ διά τινων μεγάλων ἐπιφορῶν –οὐ γὰρ ἠπόρει ἡ παντοδύναμος χεὶρ ἀθρόαν αὐτοῖς ὀργὴν ἐπιπέμψαι ἢ θρασεῖς λέοντας ἢ ἄρκτους ἢ λιμὸν ἢ λοιμὸν ἢ θάνατον –διὰ δὲ τῶν εἰρημένων αὐτοὺς ἐτιμωρεῖτο ἠρέμα καὶ αὐτοὺς εἰς μετάνοιαν προσκαλούμενος. ἠδίκουν δὲ οἱ Αἰγύπτιοι τὸν λαὸν οὐ τοσοῦτον, ὡς ἄν τις ὑπονοήσειε, κακοῦντες αὐτὸν τῷ πηλῷ καὶ τῇ πλινθείᾳ ,ὅσον διὰ τοῦ παρατρέπειν αὐτὸν καὶ καταβάλλειν εἰς τὴν πολύθεον καὶ αἰγυπτιακὴν πλάνην· διὰ ταῦτα γὰρ μάλιστα τοὺς πάσης εἰδωλολατρείας ἀρχηγοὺς καὶ τότε τῶν δαιμόνων φίλους ἡ θεία κρίσις οὐκ ἀθρόως ἀνῄρει, καταβραχὺ δὲ παιδεύουσα ἐτιμωρεῖτο, ὡς ἂν καὶ αὐτοὶ γνῶεν Αἰγύπτιοι τὸν τοῦ σύμπαντος κόσμου δεσπότην θεόν, ᾧ δουλεύουσα πᾶσα ἡ κτίσις διὰ τὰς κατ’ αὐτῶν ἐξυπηρετεῖτο μάστιγας. Πλειόνων δὲ οὐσῶν μαστίγων ὁ παρὼν λόγος ἀπὸ τῆς τοῦ θεοῦ πληγῆς τῆς κατὰ τὸ σκότος ἤρξατο εἰπών· ἐξαπέστειλε σκότος καὶ ἐσκότασε καὶ οὐ παρεπίκρανε τοὺς λόγους αὐτοῦ· τὸ γὰρ σκότος ἀποσταλὲν παρὰ τοῦ θεοῦ, φησίν, οὐ παρεπίκρανε τοὺς λόγους τοῦ θεοῦ, ἀλλ’ ὑπήκουσε καὶ προθύμως ἐξυπηρετήσατο τῷ θείῳ νεύματι. ἐφηπλωμένον τοίνυν ἀέρα συνεσκότασε καὶ σκότος εἴργαστο βαθύ, ὡς μόνοις αὐτοῖς εἶναι σκότος, οὐκέτι δὲ καὶ τῷ παντὶ κόσμῳ. λέγει γοῦν ἡ γραφή· τοῖς δὲ υἱοῖς Ἰσραὴλ φῶς ἦν ἐν πᾶσιν οἷς κατεγίγνοντο, τριῶν δὲ ἡμερῶν καὶ τῶν ἴσων νυκτῶν. πῶς ἂν ὑπέστη σκότος ἀλλ’ ἢ κατὰ μόνην τὴν εἰρημένην θεωρίαν; ἄλλως γὰρ εἰ καθόλου τοῦ κόσμου ἐτύγχανεν, οὐδ’ ἂν διῆλθον ἡμέραι τρεῖς ὑφ’ ἡλίου δηλαδὴ φωτιζόμεναι καὶ τρεῖς νύκτες ἡλίου δηλαδὴ δύντος. μία δὲ ἦν νὺξ παρατείνουσα ἐπιμήκιστον διάστημα. Τεσσάρων δ’ ὄντων στοιχείων, γῆς ὕδατος πυρὸς ἀέρος, διὰ τούτων τάς θεηλάτους μάστιγας κατὰ τῶν Αἰγυπτίων γεγονέναι παρίστησιν ὁ λόγος· ὅτε γὰρ ἀὴρ ἐσκοτίσθη φωτὸς στερηθεὶς ἡμερῶν τριῶν, τά τε ὕδατα μετεβλήθη εἰς αἷμα, ἀλλὰ καὶ ἡ γῆ ἐξῆρψε βατράχους, τὸ δὲ πῦρ παραδόξως σὺν τῷ ὑετῷ καὶ τῇ χαλάζῃ κατεφέρετο, ὥστε διὰ τῶν τεσσάρων στοιχείων τοὺς αὐτὰ ταῦτα σέβοντας κολασθῆναι.