Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ραʹ Ὀδυρμὸς ἐπὶ τῷ προτέρῳ λαῷ καὶ προφητεία νεοῦ λαοῦ καὶ κλῆσις ἐθνῶν
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.3
Not analysed yet
Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ. ἐν ᾗ ἂν ἡμέρᾳ θλίβωμαι, κλῖνον τὸ οὖς σου πρός με. ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλέσωμαί σε, ταχὺ εἰσάκουσόν μου. Ὁ μηδὲν φαῦλον ἑαυτῷ συνειδὼς τὰς ἑαυτοῦ πράξεις ἀγαθὰς δεικνὺς μετὰ παρρησίας λέγει τῷ θεῷ· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ. ἀλλὰ καὶ πρὸ τοῦ θλίβεσθαι προσήκει ταῖς ἀπὸ τοῦ θεοῦ ἱκετηρίαις σχολάζειν καὶ μὴ μόνον ἐν τοῖς περιστατικοῖς καιροῖς. κλίνειν δὲ ὁ θεὸς τὸ οὖς αὐτοῦ λέγεται, ὡς οὐκ ἐφικνουμένης τῆς ἀνθρωπίνης δυνάμεώς τε καὶ κραυγῆς φθάνειν ἐπὶ τὸ ὕψος τῆς αὐτοῦ θεότητος. διόπερ αὐτὸς ὑποκατιὼν τῆς αὐτοῦ μεγαλειότητος ὑποκλίνει τὴν ἀκοὴν τοῖς καταξιουμένοις εἰσακούεσθαι.