Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ραʹ Ὀδυρμὸς ἐπὶ τῷ προτέρῳ λαῷ καὶ προφητεία νεοῦ λαοῦ καὶ κλῆσις ἐθνῶν
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.4
Not analysed yet
Ὅτι ἐξέλιπον ὡσεὶ καπνὸς αἱ ἡμέραι μου, καὶ τὰ ὀστᾶ μου ὡσεὶ φρύγιον συνεφρύγησαν. ἐπλήγη ὡσεὶ χόρτος καὶ ἐξηράνθη ἡ καρδία μου, ὅτι ἐπελαθόμην τοῦ φαγεῖν τὸν ἄρτον μου. ἀπὸ φωνῆς τοῦ στεναγμοῦ μου ἐκολλήθη τὸ ὀστοῦν μου τῇ σαρκί μου. Ὁ κατὰ θεὸν πτωχὸς πρῶτον αὐτοῦ κατόρθωμα διδάσκει τὸ ἐκλελοιπέναι καπνοῦ δίκην τὰς ἡμέρας αὐτοῦ. νοήσεις δὲ τοῦτο, ἀφ’ ὧν ὁ Ἰώβ φησιν· ὅτε ηὔγει ὁ λύχνος ὑπὲρ κεφαλῆς μου, ὅτε ἤμην ὑλώδης λίαν· ὅτε μὲν γὰρ ἦν ὑλώδης λίαν, ηὔγει αὐτῷ ὁ λύχνος . ὅτε δὲ πάντα αὐτοῦ τὰ ὑπάρχοντα διεπεπτώκει, εἶπεν ἂν καὶ αὐτὸς τό· ὅτι ἐξέλιπον ὡσεὶ καπνὸς αἱ ἡμέραι μου. τοιοῦτος δέ ἐστιν ὁ κατὰ θεὸν πτωχὸς ἀδόξως καὶ ἀφανῶς τὰς ἡμέρας αὐτοῦ τῆς προσκαίρου ζωῆς διεξάγων. εἶτα δὲ ἀσιτίαις ἑαυτὸν καὶ κακώσεσι βίου ὑποβάλλων ἐν λιμῷ καὶ δίψει κατατρύχει καὶ καταφρύγει. καὶ ἐπεὶ πᾶσα σὰρξ χόρτος ,μαραίνων ἑαυτοῦ τὴν σάρκα φησίν· ἐπλήγην ὡσεὶ χόρτος.