Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ριαʹ Διδασκαλία Χριστοῦ
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.3-10
Not analysed yet
Χρηστὸς ἀνὴρ ὁ οἰκτίρων καὶ κιχρῶν οἰκονομήσει τοὺς λόγους αὐτοῦ ἐν κρίσει. Ὁ μακαριζόμενος τὸ οἰκεῖον φῶς οὐ διαλείπει ἐξανατέλλων οὐ πᾶσιν, ἀλλὰ τοῖς εὐθέσι τὴν διδασκαλίαν αὐτοῦ, καὶ τὸ τῆς γνώσεως φῶς ἔνδον ἐν τῇ τῶν εὐθείων γενεᾷ παρέχων καὶ τοὺς εὐθεῖς φωτίζων. ὁ αὐτὸς δὲ οὗτος ἅτε σπέρματα ἀγαθὰ κεκτημένος, ἀλλὰ καὶ πλοῦτον πολὺν καὶ δόξαν ἔχων ἐν τῷ ἑαυτοῦ οἴκῳ οὐκ ἀποκλείει τὰ ἑαυτοῦ σπλάγχνα, ἀλλὰ μεταδίδωσι τῶν ὑπαρχόντων τοῖς δεομένοις καὶ οἰκονομῶν τοὺς λόγους αὐτοῦ ἐν κρίσει διὰ τὸ φυλάττειν ἐντολὴν τὴν λέγουσαν· τίς ἄρα πιστὸς καὶ φρόνιμος οἰκονόμος, ὃς ἐν καιρῷ δώσει τὸ σιτομέτριον τοῖς συνδούλοις ; οὐ γὰρ ἀκρίτως, φησίν, οὐδὲ τοῖς τυχοῦσιν οὐδὲ ἀκαίρως, ὅτε μὴ χρή, ἀλλ’ ἐν κρίσει τοὺς ἑαυτοῦ λόγους οἰκονομήσει οἰκτείρων καὶ κιχρῶν καὶ μεταδιδοὺς τοῖς δεομένοις αὐτῶν.