Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ριαʹ Διδασκαλία Χριστοῦ
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.4-10
Not analysed yet
Ὅτι εἰς τὸν αἰῶνα οὐ σαλευθήσεται, εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. ἀπὸ ἀκοῆς πονηρᾶς οὐ φοβηθήσεται. Ὁ τοιοῦτος, φησί, καὶ τοιαῦτα πράττων οὔποτε πεσεῖται οὐδὲ σαλευθήσεται ἐκ τῆς ἐπὶ τὴν πέτραν στάσεως λέξων ἂν καὶ αὐτός· ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου · κἂν γὰρ πνεύσωσιν ἐν καιροῖς πειρασμῶν καὶ διωγμῶν κατ’ αὐτοῦ οἱ ἄνεμοι καὶ οἱ ποταμοὶ προσρήξωσι, κἂν λάβρος ὑετὸς κατέλθοι, οὐ σαλευθήσεται ἑστηκὼς καὶ τετελειωμένος ἐπὶ τὴν πέτραν . καὶ ἅτε τοιοῦτος ὢν εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος, ἀνθ’ οὗ ὁ μὲν Ἀκύλας ἐποίησεν· εἰς μνημόσυνον αἰῶνος ἔσται δίκαιος ,ὁ δὲ Σύμμαχος· εἰς μνήμην τὴν αἰωνίαν ἔσται δίκαιος . Καὶ πάλιν ἅτε μὴ σαλευόμενος ἀπὸ ἀκοῆς πονηρᾶς οὐ φοβηθήσεται· οὔτε γὰρ ἀπειλὰς ἀρχόντων πτήξει οὔτε τῶν θορυβεῖν καὶ ταράττειν αὐτὸν πειρωμένων ἐν καιροῖς περιστατικοῖς. καὶ ἄλλως δὲ οὐδ’ ἐκ λόγων ψευδῶν ἐπαγγελλομένων μὲν ἀλήθειαν, ἐπαιρομένων δὲ κατὰ τῆς γνώσεως τοῦ θεοῦ πείσεταί τι δεινὸν ἅτε δὴ τεθεμελιωμένος ἐπὶ τὴν πέτραν καὶ μηδενὸς αὐτὸν χωρίζοντος ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ. τὴν δὲ αἰτίαν τοῦ μὴ φοβεῖσθαι αὐτὸν τὴν πονηρὰν ἀκοὴν παραχρῆμα ἐπήγαγεν εἰπών·