Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρκαʹ Ἀγαθῶν εὐαγγέλια
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.3-17
Not analysed yet
Ἐκεῖ γὰρ ἀνέβησαν αἱ φυλαί, φυλαὶ κυρίου μαρτύριον τῷ Ἰσραὴλ τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματι κυρίου. Ἔτι καὶ ταῦτα διδάσκουσι τὸν νέον λαὸν οἱ ἐκ τῆς Ἱερουσαλὴμ πρεσβύται λέγοντες· ἐπειδὴ πυνθάνεσθε, ὦ οὗτοι, τίς καὶ ποταπὴ τυγχάνει ἡ Ἱερουσαλὴμ καὶ ὁποία τίς ἐστιν ἡ πόλις ἡ μεγάλη καὶ διαβόητος, ἐφ’ ἣν ἔσπευδον αἱ ἀπὸ τῆς Αἰγύπτου διὰ Μωυσέος ἐξελθοῦσαι φυλαὶ τῶν ἡμετέρων προπατόρων –μετὰ γὰρ τὴν ἔρημον καὶ μετὰ τὴν εἴσοδον τῆς γῆς τῆς ἐπαγγελίας οὐδ’ ἑτέρα τις εὕρηται πόλις ἐπιτηδεία εἰς ἀφιέρωμα θεοῦ ἢ αὐτὴ μόνη, ἐφ’ ἣν ἀνέβαινον καὶ καθ’ ἑκάστην ἑορτὴν πᾶσαι αἱ φυλαὶ καὶ πᾶσα ἡ ἐκκλησία τοῦ Ἰσραήλ . ἀνέβαινον δὲ ἐν αὐτῇ δι’ οὐδὲν ἕτερον ἢ ὑπὲρ τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματι κυρίου, τουτέστιν εὐχαριστεῖν αὐτῷ ἢ καὶ τὰς αὐτῶν ἁμαρτίας ἐξαγορεύειν καὶ ἀξιοῦν ἀφέσεως τυχεῖν τῶν ἁμαρτημάτων. αὕτη ἐστὶν Ἱερουσαλὴμ ἡ μόνη βασιλική ποτε γενομένη πόλις, ἐν ᾗ θρόνοι ἐτέθησαν βασιλείας οὐκ ἄλλου τινὸς ἢ τοῦ Δαυὶδ καὶ τῶν διδόχων αὐτοῦ. θρόνοι δὲ ἦσαν ἐν αὐτῇ οὐ τυράννων ἀνδρῶν, ἀλλὰ νόμῳ καὶ δικαιοσύνῃ κρινόντων. ἀντὶ δὲ τοῦ μαρτύριον τοῦ Ἰσραὴλ σαφέστερον ὁ Σύμμαχος ἐξέδωκεν εἰπὼν ἐκκλησία τῷ Ἰσραήλ · καὶ ἐν τῇ ἐκκλησίᾳ γὰρ αὐτοῦ θρόνοι τῆς αὐτοῦ διαδοχῆς ἐστηριγμένοι διαμένουσιν. ἐνταῦθα δὲ καὶ ἀνέβησαν αἱ τῆς τῶν ἐθνῶν κλήσεως φυλαὶ αἱ εἰς μαρτύριον τῷ Ἰσραήλ .