Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρκαʹ Ἀγαθῶν εὐαγγέλια
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.4-17
Not analysed yet
Ἕνεκα τῶν ἀδελφῶν μου καὶ τῶν πλησίον μου ἐλάλουν δὴ εἰρήνην περὶ σοῦ. ἕνεκα τοῦ οἴκου κυρίου, τοῦ θεοῦ ἡμῶν, ἐξεζήτησα ἀγαθά σοι. Ἀεὶ γάρ, φησίν, καὶ πάντοτε μνημονεύοντές σου, ὦ Ἱερουσαλήμ, τὰ περὶ τῆς σῆς εἰρήνης διελεγόμεθα τοῖς ἀδελφοῖς τοῖς ἡμετέροις καὶ τοῖς πλησίον ἡμῶν, τουτέστι τῷ νέῳ λαῷ, εἰς πόθον αὐτοὺς ἄγοντες τὸν περὶ σὲ διὰ τῆς περὶ σοῦ διδασκαλίας. ἀλλὰ καὶ ἡ πᾶσα ἡμῶν εὐχὴ ἕνεκα τοῦ οἴκου τοῦ θεοῦ ἡμῶν ἐγίνετο ζητούντων ἀγαθά σοι τὰ παρὰ τοῦ θεοῦ.