Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρκϛʹ Οἰκοδομὴ ἐκκλησίας
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.3-20
Not analysed yet
Ἰδοὺ ἡ κληρονομία κυρίου υἱοί, ὁ μισθὸς τοῦ καρποῦ τῆς γαστρός. Ἐλέγξας τοὺς ἐκ περιτομῆς μέγα φρονοῦντας ἐπὶ τῷ τόπῳ τοῦ ἱεροῦ καὶ τῇ ὀχυρότητι τῆς βασιλικῆς αὐτῶν μητροπόλεως, ἐπειδὴ ᾤοντο κληρονομίαν εἶναι θεοῦ τὸν τόπον τοῦτον καὶ μηδὲ πώποτε αὐτὸν ἁλῶσθαι ὑπὸ πολεμίων ὡς ἀφωρισμένον τῷ θεῷ ἀκολούθως διδάσκει, ὅτι οὐκ ἐν ἀψύχοις λίθοις ἡ κληρονομία τυγχάνει θεοῦ οὐδ’ ἐν γωνίαις γῆς καὶ πόλεως, ἀλλ’ ἔσονταί ποτε ἀληθὴς κληρονομία κυρίου οἱ μέλλοντες προελεύσεσθαι καὶ ἐξ αὐτῶν ἐκείνων γενηθήσεσθαι υἱοί. οὓς χρὴ προσδοκᾶν, ὅταν δῷ τοῖς ἀγαπητοῖς αὐτοῦ ὕπνον ,τουτέστι μετὰ τὴν τελευτὴν τῆς ἐκλογῆς τοῦ προτέρου λαοῦ· ἕως γὰρ ἐτύγχανον παρ’ αὐτοῖς ἀγαπητοὶ θεοῦ, ὁποῖοι ἦσαν οἱ προφῆται καὶ οἱ ἄλλοι θεοφιλεῖς καὶ δίκαιοι ἄνδρες, οὐχ οἷόν τε ἦν ἀποβολὴν γενέσθαι αὐτῶν καὶ τὴν κλῆσιν τῶν ἐθνῶν ἀντεισαχθῆναι. διό φησιν· ὅταν ἡ γενεὰ παρέλθῃ τῶν ἐκλεκτῶν τοῦ θεοῦ καὶ ἐκλίπωσιν ἐξ ἀνθρώπων, ὡς μηκέτι σῴζεσθαι ἐν τῷ ἔθνει ἐκείνῳ ἀγαπητοὺς θεοῦ, τὸ τηνικαῦτα τὸ μὲν πᾶν ἔθνος ἀποβληθήσεται, σπέρμα δὲ ἀγαθὸν ἐξ αὐτῶν προελεύσεται, ὅπερ ἔσται κληρονομία κυρίου . δηλοῖ δὲ διὰ τούτων τὴν κατὰ σάρκα τοῦ Χριστοῦ γένεσιν τῶν τε μαθητῶν αὐτοῦ καὶ ἀποστόλων καὶ εὐαγγελιστῶν τὴν ἐκ τοῦ προτέρου λαοῦ προέλευσιν, ἐξ ὧν καὶ δι’ ὧν συνέστη ἡ ἐκκλησία τοῦ θεοῦ καὶ ὁ νέος οἶκος ὁ μὴ ὑπὸ ἀνθρώπων οἰκοδομηθείς, ἀλλ’ ὑπ’ αὐτοῦ τοῦ κυρίου ἐκ λίθων ζώντων καὶ λογικῶν ψυχῶν, ἐξ ὧν καὶ ἡ πόλις τοῦ θεοῦ, τουτέστι τὸ θεοσεβὲς πολίτευμα, διὰ Χριστοῦ καθ’ ὅλης τῆς οἰκουμένης συνέστη καὶ ὑπ’ αὐτοῦ πεφύλακται τοῦ κυρίου .