Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρκϛʹ Οἰκοδομὴ ἐκκλησίας
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.4-19
Not analysed yet
Ὡσεὶ βέλη ἐν χειρὶ δυνατοῦ, οὕτως οἱ υἱοὶ τῶν ἐκτετιναγμένων. Τὴν αἰτίαν, δι’ ἣν ὠνόμασε τοὺς υἱοὺς κληρονομίαν κυρίου, παρίστησι λέγων· τοιοῦτοί τινες ἔσονται οἱ λεγόμενοι κληρονομία κυρίου υἱοί ,ὡς εἶναι αὐτοῦ τοῦ δυνατοῦ βέλη· αὐτὸς γὰρ ὁ δυνατὸς θεὸς χρήσεται αὐτοῖς εἰς καθαίρεσιν παντὸς ὑψώματος ἐπαιρομένου ,ὦδε κἀκεῖσε αὐτοὺς ὥσπερ ἀπὸ τόξου βάλλων καὶ ἀκοντίζων κατὰ πάσης δαιμονικῆς παρατάξεως· τοιοῦτοι γὰρ ἔσονται οἱ υἱοὶ τῶν ἀποβληθέντων. ἀντὶ δὲ τῶν ἐκτετιναγμένων λευκότερον ὁ Σύμμαχος καὶ ὁ Θεοδοτίων καὶ ἡ πέμπτη ἔκδοσις ἡρμήνευσαν εἰπόντες τέκνα νεανιότητος ἢ υἱοὶ νεανιότητος ,ὁ δὲ Ἀκύλας φησὶν υἱοὶ τῶν παιδοτήτων ,ἄντικρυς τῆς νέας διαθήκης τὴν υἱοθεσίαν σημάναντες.