Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρκηʹ Νίκης θεοῦ στρατιᾶς
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.3-21
Not analysed yet
Αἰσχυνθήτωσαν καὶ ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω πάντες οἱ μισοῦντες Σιών. γενηθήτωσαν ὡς χόρτος δωμάτων, ὃς πρὸ τοῦ ἐκσπασθῆναι ἐξηράνθη, οὗ οὐκ ἐπλήρωσε τὴν χεῖρα αὐτοῦ ὁ θερίζων καὶ τὸν κόλπον αὐτοῦ ὁ τὰ δράγματα συλλέγων. καὶ οὐκ εἶπαν οἱ παράγοντες· εὐλογία κυρίου ἐφ’ ὑμᾶς, εὐλογήκαμεν ὑμᾶς ἐν ὀνόματι κυρίου. Κατὰ δὲ ἀναγωγὴν οἱ τὴν θεοφιλῆ καὶ θαρσαλέαν ψυχὴν τὴν ὑπὲρ τοῦ θεοῦ ἀγωνιζομένην πολεμοῦντες αἰσχύνην καταχέονται τοὺς βρόχους αὐτῶν καὶ τὰ δίκτυα συντριβόμενα καὶ ἀφανιζόμενα ὁρῶντες καὶ τοὺς μὲν ὑπ’ αὐτῶν πολεμουμένους νικῶντας, ἑαυτοὺς δὲ μηδὲν ἰσχύοντας. οἱ τοιοῦτοι δέ, κἂν πρὸς ὀλίγον ἐξανθεῖν δοκοῖεν κατὰ τὸν παρόντα βίον, ἀλλ’ ὅσον οὐδέπω μαραίνονται καὶ ἀποπίπτουσι χαμαὶ χόρτῳ παραβαλλόμενοι δωμάτων μηδὲν ὅμοιον ἔχοντι τοῖς ἀπὸ γεωργίας στάχυσί τε καὶ δράγμασι μηδὲ τυχεῖν εὐλαβείας δυναμένῳ ἐν καιρῷ θερισμοῦ, ὁποίαν εἰώθασιν οἱ παριόντες ἐπιφέρειν ταῖς ἁλῶσιν.