Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρλαʹ Προσευχὴ τοῦ Δαυὶδ καὶ ἐπιφάνεια Χριστοῦ
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.3-24
Not analysed yet
Ἰδού, ἠκούσαμεν αὐτὴν ἐν Ἐφραθᾷ, εὕρομεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ. Ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Ἐφραθᾷ, καὶ ἑξῆς. λέγει δὲ τὴν Βηθλεέμ, ὡς ὁ προφήτης διδάσκει λέγων· καὶ σύ, Βηθλεέμ, οἶκος τοῦ Ἐφραθᾶ, ἐκ σοῦ μοι ἐξελεύσεται ἡγούμενος . καὶ τὴν Ῥαχὴλ δὲ θάπτει Ἰακὼβ ἐν τῷ ἱπποδρόμῳ Ἐφραθᾶ. αὕτη ἐστὶ Βηθλεέμ . Χορὸς τοίνυν ἀγγέλων παρεστὼς τὸν Δαυὶδ εὐχόμενον ἀποκρίνεται καὶ φησίν· ἀνάστηθι, ὦ οὗτος, ἐπήκουσταί σου τὰ τῆς δεήσεως. μάνθανε τοιγαροῦν τὸν τόπον τοῦ κυρίου, τὸ σκήνωμα τοῦ θεοῦ Ἰακώβ· ἰδοὺ γὰρ ἠκούσαμεν αὐτὴν ἐν Ἐφραθᾷ. τίνα δὲ αὐτὴν ἠκούσαμεν ἢ τὴν σὴν εὐχὴν καὶ τὴν μέλλουσαν ἔσεσθαι τοῦ κυρίου γένεσιν, ἣν λανθάνουσαν καὶ ὥσπερ ἀποκρυπτομένην ἡμεῖς εὕρομεν ἐν τῇ δηλωθείσῃ Βηθλεὲμ καὶ ἐν αὐτοῖς τοῖς πεδίοις τοῦ δρυμοῦ; Διόπερ Ἀκύλας καὶ Σύμμαχος ἐν χώρᾳ εἰρήκασιν, ἡ δὲ πέμπτη ἔκδοσις ἐν ἀγρῷ . καὶ τίς οὐκ ἂν θαυμάσειε τὸ ἀψευδὲς τοῦ λόγου ἐν τοῖς ὀφθαλμοῖς παραλαμβάνων τὸ σπήλαιον τῆς τοῦ σωτῆρος ἡμῶν γενέσεως τὸ ἐν Βηθλεέμ, ὡς ἐπὶ τῆς χώρας δείκνυται ἐκτὸς τῶν τὸν τόπον οἰκούντων, ἀλλὰ καὶ ἐν τοῖς πεδίοις τοῖς ἀμφὶ τῆς Βηθλεὲμ χώρας;