Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρλζʹ Εὐχαριστία μετὰ προφητείας
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.3-29
Not analysed yet
Ἐξομολογησάσθωσάν σοι, κύριε, πάντες οἱ βασιλεῖς τῆς γῆς, ὅτι ἤκουσαν πάντα τὰ ῥήματα τοῦ στόματός σου, καὶ ᾀσάτωσαν ἐν ταῖς ὁδοῖς κυρίου, ὅτι μεγάλη ἡ δόξα κυρίου. Πολλάκις ἐπετηρήσαμεν, ὅτι τῶν ψαλμῶν οἱ κατὰ τὴν προγραφὴν μήτε ὕμνον μήτε ᾠδὴν μήτε ψαλμὸν μήτε τι τοιοῦτον περιέχοντες ἄλλου τινὸς παρὰ ταῦτα τυγχάνουσι χαρακτῆρος. διόπερ καὶ ὁ παρὼν μηδὲν τῶν τοιούτων ἐπιγεγραμμένος προφητικῆς μετέχει δυνάμεως. τὰ δὲ τῆς προφητείας διὰ τῶν προκειμένων παρίσταται. Μετὰ γοῦν τὰ πρῶτα, ἐν οἷς αὐτὸς περὶ ἑαυτοῦ ὁ Δαυὶδ ἐξωμολογήσατο –καὶ γὰρ τοῦ Δαυὶδ ἐπιγέγραπται –θεσπίζει, ὅτι μὴ εἷς αὐτὸς μόνος βασιλεὺς ὢν κατηξίωται τῆς ἐξομολογήσεως, ἀλλὰ καὶ πλείους ἄλλοι μετ’ αὐτὸν ἔσονται βασιλεῖς τῆς γῆς τούτου καταξιωθησόμενοι, ἄντικρυς προφητεύων περὶ τῆς μελλούσης ἐξαπλοῦσθαι εἰς πάντα τὰ ἔθνη τοῦ θεοῦ γνώσεως· ἔσται γάρ, φησίν, ὅτε πάντες οἱ βασιλεῖς τῆς γῆς ἐξομολογήσονταί σοι καὶ ἀκούσονται πάντα τὰ ῥήματα τοῦ στόματός σου καὶ ὅτι ᾄσονται ἐν ταῖς ὁδοῖς κυρίου. ταῦτα δὲ οὐκ ἄλλοτε ἢ μετὰ τὸ εὐαγγελικὸν κήρυγμα τοῦ σωτῆρος ἡμῶν τέλους τετύχηκεν. ἄρχοντες γοῦν καὶ βασιλεῖς τῆς γῆς, οὐχ οἱ ἀπὸ γένους Δαυίδ, ἀλλ’ οἱ ἐξ ἀλλοφύλων ἐθνῶν ἤδη τῶν δηλουμένων κατηξιώθησαν. οὐ μὴν ἀλλὰ καὶ ἔτι μᾶλλον χρὴ προσδοκᾶν ἔσεσθαι τοῦτο, ὅταν τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ καὶ ἡ δευτέρα καὶ ἔνδοξος τοῦ σωτῆρος ἡμῶν ἐπιστατῇ παρουσία· τότε γὰρ ἀληθῶς ὀφθήσεται μεγάλη οὖσα τοῦ κυρίου ἡ δόξα. Μὴ θαυμάσῃς δέ, εἰ ἀντὶ τοῦ ἐξομολογήσονται καὶ ᾄσονται ἐξομολογησάσθωσαν καὶ ᾀσάτωσαν εἴρηται· πολλὰ γὰρ κατά τινα χαρακτῆρα Ἑβραϊκὸν ἐν ταῖς γραφαῖς εἴωθε φέρεσθαι προστακτικῶς τοῦ ἁγίου πνεύματος τὰ προφητικῶς ἢ καὶ εὐκτικῶς λεγόμενα προφερομένου.