Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρλζʹ Εὐχαριστία μετὰ προφητείας
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.4-24
Not analysed yet
Ὅτι ὑψηλὸς κύριος καὶ τὰ ταπεινὰ ἐφορᾷ, καὶ τὰ ὑψηλὰ ἀπὸ μακρόθεν γινώσκει. Μὴ θαυμάσῃς, φησίν, εἰ ταῦτα γενήσεταί ποτε ἐν ἀνθρώποις· οὐ γὰρ ἀπηλλοτρίωται τῆς τοῦ θεοῦ προνοίας τὰ ἀνθρώπινα. μέλει δὲ αὐτῷ καὶ τούτων· εἰ γὰρ καὶ τὰ μάλιστα αὐτὸς ὑψηλὸς καὶ ἐπέκεινα πάντων τυγχάνει, ἀλλὰ τὸ τῆς φιλανθρωπίας αὐτοῦ καὶ τῆς ὑπερβαλλούσης ἀγαθωσύνης ἔργον τοῦτό ἐστιν, ὅτι καίπερ ὑψηλότατος καὶ ἀνώτατος πάντων καὶ ὑπὲρ πάντα ὢν ὅμως οὐχ ὑπερφρονεῖ τὰ ταπεινά. μέλει δὲ αὐτῷ καὶ τούτων. κἄν τις ᾖ ἐν ἀνθρώποις ὑψηλοκάρδιος, οὐδὲ οὗτος αὐτὸν λήσεται. διὸ λέλεκται κατὰ τὸν Ἀκύλαν· καὶ τὸν μετέωρον ἀπὸ μακρόθεν γινώσκει .