Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρμʹ Προσευχὴ τοῦ κατὰ θεὸν τελείου
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.3-32
Not analysed yet
Ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή. Νοήσεις δὲ τοῦτο ἀπὸ τοῦ λέγειν τὸν ἀπόστολον· βούλομαι τοὺς ἄνδρας προσεύχεσθαι ἐπαίροντας ὁσίους χεῖρας χωρὶς ὀργῆς καὶ διαλογισμῶν · κἀκεῖνος γὰρ ὁμοῦ καὶ τῶν κατὰ διάνοιαν ἐμνημόνευσε καὶ τῶν κατὰ πρᾶξιν. οἱ δὲ ἀσεβεῖς οὐδέποτε χεῖρας ἐπαίρουσι. διὸ λέλεκται πρὸς αὐτούς· ὅταν τὰς χεῖρας ἐκτείνητε πρός με, ἀποστρέψω τὸ πρόσωπόν μου ἀφ’ ὑμῶν . ἐπαίρειν δὲ δεῖ εἰς ὕψος τὰς πράξεις καὶ ἀρεσκόντως αὐτὰς τῷ θεῷ ἐπιτελεῖν· αἱ γὰρ κατὰ θεὸν πράξεις ἐοίκασι πολὺ κρείττους τῶν κατὰ Μωυσέα θυσιῶν. Ἐσπερινὴν δὲ θυσίαν, ἀλλ’ οὐχ ἑωθινὴν ὠνόμασε διά τοι τὰς μέχρι τῆς τελευταίας ἀναπνοῆς καὶ αὐτῆς τῆς τοῦ βίου τελευτῆς ἐπιτελουμένας πράξεις ὑπὲρ πᾶσαν θυσίαν κρίνεσθαι παρὰ τῷ θεῷ. Τήρει δὲ ὡς τὰ μὲν ἀπὸ διανοίας θυμιάματι παρείκασεν ὡς ἂν λεπτότερα καὶ καθαρώτατα τυγχάνοντα, τὰ δὲ δι’ ἔργων ἐπιτηδεύματα ὡς ἂν παχύτερα ὄντα θυσίᾳ .