Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρμʹ Προσευχὴ τοῦ κατὰ θεὸν τελείου
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.2-36
Not analysed yet
Κατευθυνθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου. Εἰ γὰρ τοῖς λογισμοῖς καὶ τῇ φωνῇ ἀρεσκόντως τῷ θεῷ κέχρηται, εἰκότως ἀντὶ παντὸς γεώδους θυμιάματος θυμιωμένου καὶ ἀναφερομένου καὶ μὴ ὑπό τινος ἀνέμου σκεδαννυμένου τὴν ἑαυτοῦ προσευχὴν κατευθυνθῆναι πρὸς τὸν θεὸν παρακαλεῖ· κατευθυνομένη δὲ καὶ εὐώδης προσευχὴ τῶν αἰτούντων τὰ κυρίως ἀγαθά. διὸ καὶ οἱ εἰληφότες αὐτὰ ἐροῦσιν· Χριστοῦ εὐωδία ἐσμέν . Ἔδει δὲ μετὰ τὰ εἰρημένα αὐτῷ περὶ διανοίας καὶ φωνῆς καὶ τοῦ πρακτικοῦ μνημονεῦσαι. διὸ περὶ τῶν κατὰ θεὸν ἔργων ἐπάγει λέγων·