Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρμβʹ Προσευχὴ ἐξομολογουμένου
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.3-34
Not analysed yet
Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος. Νεκροὶ δὲ αἰῶνος εἶεν ἂν καὶ οἱ τῆς ἐν θεῷ ζωῆς ἐστερημένοι, περὶ ὧν φησιν· ἄφες τοὺς νεκροὺς θάπτειν τοὺς ἑαυτῶν νεκρούς ,ἀλλ’ οὐ τοιοῦτοι οἱ λεγόμενοι ἐν Χριστῷ νεκροί, οὓς πρώτους ἀναστῆναι δεήσει. ἀκριβῶς δέ φησιν ἑαυτὸν ἐν σκοτεινοῖς ὡς τοὺς νεκροὺς τοῦ αἰῶνος κεκαθικέναι, οὐ μὴν καὶ νεκρὸν αἰῶνος γεγονέναι· οὐ γὰρ ἂν ηὔξατο τοιαῦτα, εἰ νεκρὸς ἐγεγόνει. Δύναται δὲ ταῦτα καὶ ἐκ προσώπου λέγεσθαι τοῦ Δαυὶδ ἐξομολογουμένου, ἃ πέπονθεν ὑπὸ τοῦ διαβόλου ἐπὶ τῇ τοῦ Οὐρίου ,ὅτε ὡς λέων τὴν ψυχὴν αὐτοῦ κατεδίωξε φεύγουσαν αὐτὴν καὶ καταλαβὼν αὐτὴν κατέβαλε ῥίψας τε χαμαὶ κατεπάτησεν εἰς τὴν γῆν τὴν ζωὴν αὐτοῦ. καὶ μὴ ἀρκεσθεὶς κατέσυρεν αὐτὸν εἰς τὴν ἑαυτοῦ χώραν κἀκεῖ αὐτὸν ἐκάθισεν ἐν σκοτεινοῖς ὁμοιώσας αὐτὸν τοῖς ὑπ’ αὐτὸν ἀθέοις ἀνδράσι νεκροῖς αἰῶνος ὠνομασμένοις.