Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρμβʹ Προσευχὴ ἐξομολογουμένου
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.4-28
Not analysed yet
Καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ ἀκηδιᾷ, ἐπειδὰν ἡ καρδία ταραχθῇ· μνησθεῖσα πῶς ὁ ἐχθρὸς ἐταπείνωσεν εἰς γῆν τὴν ζωὴν αὐτῆς καὶ ὡς ἐκάθισεν αὐτὴν ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος. ταραχθεῖσα δέ, φησίν, ἡ καρδία μου ἐν αὑτῇ ἔνδον ἔπασχε τὸ πάθος παντελῶς μὴ ἐκπεσοῦσα ὡς εἰς φανερὸν ἐλθεῖν τοῖς πᾶσι καὶ τοῖς ἐκτὸς γνωσθῆναι τὴν ταραχήν.