Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρμϛʹ Ὕμνος σὺν θεολογίᾳ
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.3-38
Not analysed yet
Ὁ ἰώμενος τοὺς συντετριμμένους τὴν καρδίαν καὶ δεσμεύων τὰ συντρίμματα αὐτῶν. Ἐπειδὴ σωτῆρός ἐστι καὶ ἰατροῦ τὸ ἰᾶσθαι καὶ καταδεσμεύειν τὰ συντρίμματα ,εἰκότως καὶ διὰ τούτων νοηθείη αὐτὸς ὢν ὁ κύριος ὁ σωτὴρ ἡμῶν ὁ τοῦ θεοῦ λόγος ὁ εἰπών· οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ’ οἱ κακῶς ἔχοντες. οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν . ψυχῶν δὲ ὢν ἰατρὸς τοὺς τὴν καρδίαν συντετριμμένους καὶ τῶν κατὰ φύσιν λογισμῶν παρατετραμμένους ἐκ τῆς νοητῆς αἰχμαλωσίας λυτρωσάμενος ἰάσεται. ὁ μὲν Σύμμαχός φησιν· ὁ ἰώμενος τοὺς κεκλασμένους τὴν καρδίαν καὶ ἐπιδεσμῶν κατάγματα αὐτῶν ,δηλονότι δεσμοὺς ὑποβάλλων λογικούς. οὕτω γοῦν ἐπέδησε τοῖς πνευματικοῖς καὶ λογικοῖς δεσμοῖς τὸν ὑπὸ λῃστῶν τραυματισθέντα καὶ συντριβέντα ἐν τῷ καταβαίνειν ἀπὸ Ἱερουσαλὴμ εἰς Ἰεριχώ.