Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρμϛʹ Ὕμνος σὺν θεολογίᾳ
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.4-32
Not analysed yet
Ὁ ἀριθμῶν πλήθη ἄστρων καὶ πᾶσιν αὐτοῖς ὀνόματα καλῶν. Συμπλέκειν εἴωθε καὶ συνάπτειν ὁ λόγος ὁμοῦ καὶ ἐπὶ τὸ αὐτὸ τῆς θείας προνοίας τὴν ἐπισκοπὴν τήν τε ἐπὶ τῶν κατὰ μέρος κτισμάτων καὶ τὴν εἰς ἀνθρώπων σωτηρίαν ἐπιτελουμένων, ὡς ἂν δείξειε μὴ μόνον τῶν τοῦ κόσμου μερῶν προνοεῖν· ἀλλὰ καὶ τῶν ἀνθρωπίνων πραγμάτων κήδεται. παιδεύει τοίνυν διὰ τούτων μόνῳ τῷ κυρίῳ γινώσκεσθαι πάντων τῶν κατ’ οὐρανὸν ἄστρων τὸν ἀριθμόν, πόσοι τινές εἰσιν, καὶ τούτων τὰς θέσεις δηλαδὴ καὶ τὰς αἰτίας μεγέθη τε καὶ ἀποστήματα καὶ προσέτι τὰς δυνάμεις καὶ τὰς ἐνεργείας. τῷ δὲ αὐτῷ, φησίν, ἐξηκρίβωται τὰ πάντα, ὡς ὄνομα τῶν ἄστρων ἕκαστον παρ’ αὐτοῦ γνωρίζεσθαι, οὐ παρ’ ἄλλου δὲ τὴν προσηγορίαν εἰληφότα, ἀλλὰ παρ’ αὐτοῦ.